τόστονος, αὐτοπήμων, δαϊόφρων δʼ· , οὐ φιλογαθής, ἐτύμως δακρυχέων ἐκ φρενός, ἃ κλαιομένας μου μινύθει τοῖνδε δυοῖν ἀνάκτοιν. Χορός πάρεστι δʼ εἰπεῖν ἐπʼ ἀθλίοισιν ὡς ἐρξάτην πολλὰ μὲν πολίτας, ξένων τε πάντων στίχας πολυφθόρους ἐν δαΐ. δυσδαίμων σφιν ἁ τεκοῦσα πρὸ πασᾶν γυναικῶν ὁπόσαι τεκνογόνοι κέκληνται. παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα τούσδʼ ἔτεχʼ, οἱ δʼ ὧδʼ ἐτελεύ- τασαν ὑπʼ ἀλλαλοφόνοις χερσὶν ὁμοσπόροισιν. Χορός ὁμόσποροι δῆτα καὶ πανώλεθροι, διατομαῖς οὐ φίλοις, ἔριδι μαινομένᾳ, νείκεος ἐν τελευτᾷ. πέπαυται δʼ ἔχθος, ἐν δὲ γαίᾳ ζόα φονορύτῳ μέμεικται· κάρτα δʼ εἴσʼ ὅμαιμοι. πικρὸς λυτὴρ νεικέων ὁ πόντιος ξεῖνος ἐκ πυρὸς συθεὶς θακτὸς σίδαρος· πικρὸς δὲ χρημάτων κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ- αν τιθεὶς ἀλαθῆ. Χορός ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι διοδότων ἀχθέων·