τίς ἄρα ῥύσεται, τίς ἄρʼ ἐπαρκέσει θεῶν ἢ θεᾶν; πότερα δῆτʼ ἐγὼ πάτρια ποτιπέσω βρέτη δαιμόνων; ἰὼ μάκαρες εὔεδροι, ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ- λομεν ἀγάστονοι; ἀκούετʼ ἢ οὐκ ἀκούετʼ ἀσπίδων κτύπον; πέπλων καὶ στεφέων πότʼ εἰ μὴ νῦν ἀμ- φὶ λιτάνʼ ἕξομεν; κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός. τί ῥέξεις; προδώσεις, παλαίχθων Ἄρης, τὰν τεάν; ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδʼ ἔπι- δε πόλιν ἅν ποτʼ εὐφιλήταν ἔθου. Χορός θεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς· ἴδετε παρθένων ἱκέσιον λόχον δουλοσύνας ὕπερ. κῦμα γὰρ περὶ πτόλιν δοχμολόφων ἀνδρῶν καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον. ἀλλʼ, ὦ Ζεῦ πάτερ παντελές, πάντως ἄρηξον δαΐων ἅλωσιν. Ἀργέιοι δὲ πόλισμα Κάδμου κυκλοῦνται· φόβος δʼ ἀρῄων ὅπλων δονεῖ , διὰ δέ τοι γενύων ἱππίων κινύρονται φόνον χαλινοί. ἑπτὰ δʼ ἀγάνορες πρέποντες στρατοῦ δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις προσίστανται πάλῳ λαχόντες.