ἐρέσσετʼ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν πίτυλον, ὃς αἰὲν διʼ Ἀχέροντʼ ἀμείβεται τὰν ἄστολον μελάγκροκον ναύστολον θεωρίδα, τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον πάνδοκον εἰς ἀφανῆ τε χέρσον. ἀλλὰ γὰρ ἥκουσʼ αἵδʼ ἐπὶ πρᾶγος πικρὸν Ἀντιγόνη τʼ ἠδʼ Ἰσμήνη, θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως οἶμαί σφʼ ἐρατῶν ἐκ βαθυκόλπων στηθέων ἥσειν ἄλγος ἐπάξιον. ἡμᾶς δὲ δίκη πρότερον φήμης τὸν δυσκέλαδόν θʼ ὕμνον Ἐρινύος ἰαχεῖν Ἀίδα τʼ ἐχθρὸν παιᾶνʼ ἐπιμέλπειν. ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι στρόφον ἐσθῆσιν περιβάλλονται, κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς μὴ ʼκ φρενὸς ὀρθῶς με λιγαίνειν. Χορός ἰὼ ἰὼ δύσφρονες, φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες, δόμους πατρῴους ἑλόν- τες μέλεοι σὺν αἰχμᾷ. μέλεοι δῆθʼ οἳ μελέους θανάτους εὕροντο δόμων ἐπὶ λύμῃ. Χορός ἰὼ ἰὼ δωμάτων ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας ἰδόντες, ἤδη διήλ- λαχθε σὺν σιδάρῳ. κάρτα δʼ ἀληθῆ πατρὸς Οἰδιπόδα πότνιʼ Ἐρινὺς ἐπέκρανεν.