πότερον χαίρω κἀπολολύξω πόλεως ἀσινεῖ σωτῆρι . ., ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας ἀτέκνους κλαύσω πολεμάρχους; οἳ δῆτʼ ὀρθῶς κατʼ ἐπωνυμίαν καὶ πολυνεικεῖς ὤλοντʼ ἀσεβεῖ διανοίᾳ. Χορός ὦ μέλαινα καὶ τελεία γένεος Οἰδίπου τʼ ἀρά, κακόν με καρδίαν τι περιπίτνει κρύος. ἔτευξα τύμβῳ μέλος Θυιὰς αἱματοσταγεῖς νεκροὺς κλύουσα δυσμόρως θανόντας· ἦ δύσορνις ἅ- δε ξυναυλία δορός. Χορός ἐξέπραξεν, οὐδʼ ἀπεῖπεν πατρόθεν εὐκταία φάτις· βουλαὶ δʼ ἄπιστοι Λαΐου διήρκεσαν. μέριμνα δʼ ἀμφὶ πτόλιν· θέσφατʼ οὐκ ἀμβλύνεται. ἰὼ πολύστονοι, τόδʼ ἠρ- γάσασθʼ ἄπιστον· ἦλθε δʼ αἰ- ακτὰ πήματʼ οὐ λόγῳ. Χορός τάδʼ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος· διπλαῖ μέριμναι, διδυμάνορα κάκʼ αὐτοφόνα, δίμοιρα τέ- λεια τάδε πάθη. τί φῶ; τί δʼ ἄλλο γʼ ἢ πόνοι πόνων δόμων ἐφέστιοι; ἀλλὰ γόων, ὦ φίλαι, κατʼ οὖρον