πόλις δʼ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο. στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις ἐφραξάμεσθα μονομάχοισι προστάταις· καλῶς ἔχει τὰ πλεῖστʼ, ἐν ἓξ πυλώμασι· τὰς δʼ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης ἄναξ Ἀπόλλων εἵλετʼ, Οἰδίπου γένει κραίνων παλαιὰς Λαΐου δυσβουλίας. Χορός τί δʼ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον; Ἄγγελος πόλις σέσωσται· βασιλέες δʼ ὁμόσποροι— Χορός τίνες; τί δʼ εἶπας; παραφρονῶ φόβῳ λόγου. Ἄγγελος φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου τόκοι — Χορός οἲ ʼγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν. Ἄγγελος οὐδʼ ἀμφιλέκτως μὴν κατεσποδημένοι— Χορός ἐκεῖθι κεῖσθον ; βαρέα δʼ οὖν ὅμως φράσον. Ἄγγελος ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων. Χορός οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθʼ ἅμα ; Χορός οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν. αὐτὸς δʼ ἀναλοῖ δῆτα δύσποτμον γένος. τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα· πόλιν μὲν εὖ πράσσουσαν, οἱ δʼ ἐπιστάται, δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν. ἕξουσι δʼ ἣν λάβωσιν ἐν ταφῇ χθονός, πατρὸς κατʼ εὐχὰς δυσπότμως φορούμενοι. πόλις σέσωσται· βασιλέοιν δʼ ὁμοσπόροιν πέπωκεν αἷμά γαῖʼ ὑπʼ ἀλλήλων φόνῳ. Χορός ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι δαίμονες, οἳ δὴ Κάδμου πύργους τούσδε ῥύεσθε,