μὴ πόλις δαμασθῇ. Χορός τελειᾶν γὰρ παλαιφάτων ἀρᾶν βαρεῖαι καταλλαγαί· τὰ δʼ ὀλοὰ πελόμενʼ οὐ παρέρχεται. πρόπρυμνα δʼ ἐκβολὰν φέρει ἀνδρῶν ἀλφηστᾶν ὄλβος ἄγαν παχυνθείς. Χορός τίνʼ ἀνδρῶν γὰρ τοσόνδʼ ἐθαύμασαν θεοὶ καὶ ξυνέστιοι πόλεος ὁ πολύβατός τʼ ἀγὼν βροτῶν, ὅσον τότʼ Οἰδίπουν τίον, τὰν ἁρπαξάνδραν κῆρʼ ἀφελόντα χώρας; Χορός ἐπεὶ δʼ ἀρτίφρων ἐγένετο μέλεος ἀθλίων γάμων, ἐπʼ ἄλγει δυσφορῶν μαινομένᾳ κραδίᾳ δίδυμα κάκʼ ἐτέλεσεν· πατροφόνῳ χερὶ τῶν κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη· Χορός τέκνοις δʼ ἀγρίας ἐφῆκεν ἐπικότους τροφᾶς, αἰαῖ, πικρογλώσσους ἀράς, καί σφε σιδαρονόμῳ διὰ χερί ποτε λαχεῖν κτήματα· νῦν δὲ τρέω μὴ τελέσῃ καμψίπους Ἐρινύς. Ἄγγελος θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι. πόλις πέφευγεν ἥδε δούλιον ζυγόν· πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα·