αὐτοδάικτοι θάνωσι, καὶ γαΐα κόνις πίῃ μελαμπαγὲς αἷμα φοίνιον, τίς ἂν καθαρμοὺς πόροι, τίς ἄν σφε λούσειεν; ὦ πόνοι δόμων νέοι παλαι- οῖσι συμμιγεῖς κακοῖς. Χορός παλαιγενῆ γὰρ λέγω παρβασίαν ὠκύποινον· αἰῶνα δʼ ἐς τρίτον μένει· Ἀπόλλωνος εὖτε Λάιος βίᾳ, τρὶς εἰπόντος ἐν μεσομφάλοις Πυθικοῖς χρηστηρίοις θνᾴσκοντα γέν- νας ἄτερ σῴζειν πόλιν, Χορός κρατηθεὶς δʼ ἐκ φίλων ἀβουλιᾶν ἐγείνατο μὲν μόρον αὑτῷ, πατροκτόνον Οἰδιπόδαν, ὅστε ματρὸς ἁγνὰν σπείρας ἄρουραν, ἵνʼ ἐτράφη, ῥίζαν αἱματόεσσαν ἔτλα· παράνοια συνᾶγε νυμφίους φρενώλεις. Χορός κακῶν δʼ ὥσπερ θάλασσα κῦμʼ ἄγει· τὸ μὲν πίτνον, ἄλλο δʼ ἀείρει τρίχαλον, ὃ καὶ περὶ πρύμ- ναν πόλεως καχλάζει. μεταξὺ δʼ ἀλκὰ διʼ ὀλίγου τείνει, πύργος ἐν εὔρει. δέδοικα δὲ σὺν βασιλεῦσι