νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ- λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ πνεύματι· νῦν δʼ ἔτι ζεῖ. Ἐτεοκλής ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα· ἄγαν δʼ ἀληθεῖς ἐνυπνίων φαντασμάτων ὄψεις, πατρῴων χρημάτων δατήριοι. Χορός πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως. Ἐτεοκλής λέγοιτʼ ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν. Χορός μὴ ʼλθῃς ὁδοὺς σὺ τάσδʼ ἐφʼ ἑβδόμαις πύλαις. Ἐτεοκλής τεθηγμένον τοί μʼ οὐκ ἀπαμβλυνεῖς λόγῳ. Χορός νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός. Ἐτεοκλής οὐκ ἄνδρʼ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος. Χορός ἀλλʼ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις; Ἐτεοκλής θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά. Χορός πέφρικα τὰν ὠλεσίοικον θεόν, οὐ θεοῖς ὁμοίαν, παναλαθῆ κακόμαντιν πατρὸς εὐκταίαν Ἐρινὺν τελέσαι τὰς περιθύμους κατάρας Οἰδιπόδα βλαψίφρονος· παιδολέτωρ δʼ ἔρις ἅδʼ ὀτρύνει. Χορός ξένος δὲ κλήρους ἐπινωμᾷ, Χάλυβος Σκυθᾶν ἄποικος, κτεάνων χρηματοδαίτας πικρός, ὠμόφρων σίδαρος, χθόνα ναίειν διαπήλας, ὁπόσαν καὶ φθιμένοισιν κατέχειν, τῶν μεγάλων πεδίων ἀμοίρους. Χορός ἐπεὶ δʼ ἂν αὐτοκτόνως