ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρʼ ὡς τάχος κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα. Χορός μή, φίλτατʼ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ ὀργὴν ὁμοῖος τῷ κάκιστʼ αὐδωμένῳ· ἀλλʼ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον. ἀνδροῖν δʼ ὁμαίμοιν θάνατος ὧδʼ αὐτοκτόνος, οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος. Ἐτεοκλής εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι· κακῶν δὲ κᾀσχρῶν οὔτινʼ εὐκλείαν ἐρεῖς. Χορός τί μέμονας, τέκνον; μή τί σε θυμοπλη- θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δʼ ἔκβαλʼ ἔρωτος ἀρχάν. Ἐτεοκλής ἐπεὶ τὸ πρᾶγμα κάρτʼ ἐπισπέρχει θεός, ἴτω κατʼ οὖρον κῦμα Κωκυτοῦ λαχὸν Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος. Χορός ὠμοδακής σʼ ἄγαν ἵμερος ἐξοτρύ- νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν αἵματος οὐ θεμιστοῦ. Ἐτεοκλής φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαινʼ ἀρὰ ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει, λέγουσα κέρδος πρότερον ὑστέρου μόρου. Χορός ἀλλὰ σὺ μὴ ʼποτρύνου· κακὸς οὐ κεκλή- σῃ βίον εὖ κυρήσας· μελάναιγις δʼ· οὐκ εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν θεοὶ θυσίαν δέχωνται; Ἐτεοκλής θεοῖς μὲν ἤδη πως παρημελήμεθα, χάρις δʼ ἀφʼ ἡμῶν ὀλομένων θαυμάζεται· τί οὖν ἔτʼ ἂν σαίνοιμεν ὀλέθριον μόρον;