<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="645">ἄγει γυνή τις σωφρόνως ἡγουμένη.</l><l n="646">Δίκη δʼ ἄρʼ εἶναί φησιν, ὡς τὰ γράμματα</l><l n="647">λέγει  <q>κατάξω δʼ ἄνδρα τόνδε καὶ πόλιν</q></l><l n="648"><q rend="merge">ἕξει πατρῴων δωμάτων τʼ ἐπιστροφάς.</q></l><l n="649"><milestone ed="P" unit="para"/>τοιαῦτʼ ἐκείνων ἐστὶ τἀξευρήματα.</l><l n="650"><del>σὺ δʼ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ·</del></l><l n="651">ὡς οὔποτʼ ἀνδρὶ τῷδε κηρυκευμάτων</l><l n="652">μέμψῃ, σὺ δʼ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.</l></sp><sp><speaker>Ἐτεοκλής</speaker><l n="653">ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,</l><l n="654">ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος·</l><l n="655">ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.</l><l n="656">ἀλλʼ οὔτε κλαίειν οὔτʼ ὀδύρεσθαι πρέπει,</l><l n="657">μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.</l><l n="658">ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει  λέγω,</l><l n="659">τάχʼ εἰσόμεσθα τοὐπίσημʼ ὅποι τελεῖ,</l><l n="660">εἴ νιν κατάξει χρυσότευκτα γράμματα</l><l n="661">ἐπʼ ἀσπίδος φλύοντα σὺν  φοίτῳ φρενῶν.</l><l n="662">εἰ δʼ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν</l><l n="663">ἔργοις ἐκείνου καὶ φρεσίν, τάχʼ ἂν τόδʼ ἦν·</l><l n="664">ἀλλʼ οὔτε νιν φυγόντα μητρόθεν σκότον,</l><l n="665">οὔτʼ ἐν τροφαῖσιν, οὔτʼ ἐφηβήσαντά πω,</l><l n="666">οὔτʼ ἐν γενείου ξυλλογῇ τριχώματος,</l><l n="667">Δίκη προσεῖδε  καὶ κατηξιώσατο·</l><l n="668">οὐδʼ  ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ</l><l n="669">οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.</l><l n="670">ἦ δῆτʼ  ἂν εἴη πανδίκως ψευδώνυμος</l><l n="671">Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.</l><l n="672">τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι</l><l n="673">αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;</l><l n="674">ἄρχοντί τʼ ἄρχων καὶ κασιγνήτῳ κάσις,</l></sp></div></div></body></text></TEI>