ἄγει γυνή τις σωφρόνως ἡγουμένη. Δίκη δʼ ἄρʼ εἶναί φησιν, ὡς τὰ γράμματα λέγει κατάξω δʼ ἄνδρα τόνδε καὶ πόλιν ἕξει πατρῴων δωμάτων τʼ ἐπιστροφάς. τοιαῦτʼ ἐκείνων ἐστὶ τἀξευρήματα. σὺ δʼ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ· ὡς οὔποτʼ ἀνδρὶ τῷδε κηρυκευμάτων μέμψῃ, σὺ δʼ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν. Ἐτεοκλής ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος, ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος· ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι. ἀλλʼ οὔτε κλαίειν οὔτʼ ὀδύρεσθαι πρέπει, μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος. ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω, τάχʼ εἰσόμεσθα τοὐπίσημʼ ὅποι τελεῖ, εἴ νιν κατάξει χρυσότευκτα γράμματα ἐπʼ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν. εἰ δʼ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν ἔργοις ἐκείνου καὶ φρεσίν, τάχʼ ἂν τόδʼ ἦν· ἀλλʼ οὔτε νιν φυγόντα μητρόθεν σκότον, οὔτʼ ἐν τροφαῖσιν, οὔτʼ ἐφηβήσαντά πω, οὔτʼ ἐν γενείου ξυλλογῇ τριχώματος, Δίκη προσεῖδε καὶ κατηξιώσατο· οὐδʼ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας. ἦ δῆτʼ ἂν εἴη πανδίκως ψευδώνυμος Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας. τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος; ἄρχοντί τʼ ἄρχων καὶ κασιγνήτῳ κάσις,