δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ, ἀλλʼ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ, εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου· φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια. ὅμως δʼ ἐπʼ αὐτῷ φῶτα, Λασθένους βίαν, ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν, γέροντα τὸν νοῦν, σάρκα δʼ ἡβῶσαν φύει, ποδῶκες ὄμμα, χεῖρα δʼ οὐ βραδύνεται παρʼ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ. θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς. Χορός κλύοντες θεοὶ δικαίας λιτὰς ἁμετέρας τελεῖθʼ, ὡς πόλις εὐτυχῇ, δορίπονα κάκʼ ἐκτρέποντες ἐς γᾶς ἐπιμόλους· πύργων δʼ ἔκτοθεν βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ. Ἄγγελος τὸν ἕβδομον δὴ τόνδʼ ἐφʼ ἑβδόμαις πύλαις λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει οἵας ἀρᾶται καὶ κατεύχεται τύχας· πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί, ἁλώσιμον παιᾶνʼ ἐπεξιακχάσας, σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας, ἢ ζῶντʼ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον. τοιαῦτʼ ἀυτεῖ καὶ θεοὺς γενεθλίους καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία. ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος διπλοῦν τε σῆμα προσμεμηχανημένον. χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν