<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="61">χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.</l><l n="62">σὺ δʼ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος</l><l n="63">φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς</l><l n="64">Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·</l><l n="65">καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ·</l><l n="66">κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον</l><l n="67">ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου</l><l n="68">εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.</l></sp><sp><speaker>Ἐτεοκλής</speaker><l n="69">ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,</l><l n="70">Ἀρά τʼ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,</l><l n="71">μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον</l><l n="72">ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος</l><l n="73">φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·</l><l n="74">ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν</l><l n="75">ζυγοῖσι δουλίοισι  μήποτε σχεθεῖν·</l><l n="76">γένεσθε δʼ ἀλκή· ξυνὰ δʼ ἐλπίζω λέγειν·</l><l n="77">πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.</l></sp><milestone n="78" unit="card"/><div type="textpart" subtype="lyric"><sp><speaker>Χορός</speaker><l n="78">θρέομαι φοβερὰ μεγάλʼ ἄχη·</l><l n="79">μεθεῖται στρατός· στρατόπεδον λιπὼν</l><l n="80">ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας·</l><l n="81">αἰθερία κόνις με πείθει φανεῖσʼ,</l><l n="82">ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.</l><l n="83">ἔτι δὲ <add>γᾶς</add> ἐμᾶς  πεδίʼ ὁπλόκτυπʼ  ὠ-</l><l n="84">τὶ χρίμπτει βοάν·  ποτᾶται, βρέμει δʼ</l><l n="85">ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.</l><l n="86">ἰὼ ἰὼ</l><l n="87">ἰὼ θεοὶ θεαί τʼ ὀρόμενον κακὸν</l><l n="88">βοᾷ τειχέων ὕπερ ἀλεύσατε.</l><l n="89">ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-</l><l n="90">τρεπὴς ἐπὶ πόλιν διώκων <del>πόδα</del>.</l></sp></div></div></div></body></text></TEI>