χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων. σὺ δʼ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ· καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ· κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ. Ἐτεοκλής ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί, Ἀρά τʼ Ἐρινὺς πατρὸς ἡ μεγασθενής, μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους· ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν· γένεσθε δʼ ἀλκή· ξυνὰ δʼ ἐλπίζω λέγειν· πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει. Χορός θρέομαι φοβερὰ μεγάλʼ ἄχη· μεθεῖται στρατός· στρατόπεδον λιπὼν ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας· αἰθερία κόνις με πείθει φανεῖσʼ, ἄναυδος σαφὴς ἔτυμος ἄγγελος. ἔτι δὲ γᾶς ἐμᾶς πεδίʼ ὁπλόκτυπʼ ὠ- τὶ χρίμπτει βοάν· ποτᾶται, βρέμει δʼ ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου. ἰὼ ἰὼ ἰὼ θεοὶ θεαί τʼ ὀρόμενον κακὸν βοᾷ τειχέων ὕπερ ἀλεύσατε. ὁ λεύκασπις ὄρνυται λαὸς εὐ- τρεπὴς ἐπὶ πόλιν διώκων πόδα .