πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται; ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα, μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός. μαχώμεθʼ, οὐκ ἄτιμον ἐλπίζω μόρον. τοιαῦθʼ ὁ μάντις ἀσπίδʼ εὐκήλως ἔχων πάγχαλκον ηὔδα· σῆμα δʼ οὐκ ἐπῆν κύκλῳ. οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλʼ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα. τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει. Ἐτεοκλής φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις. ἐν παντὶ πράγει δʼ ἔσθʼ ὁμιλίας κακῆς κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος· ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται. ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει, ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν, ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος, πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη. οὕτως δʼ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω, σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν, τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν, Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.