Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου· ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά, οὐδʼ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους εἰκὼ φέροντα πολεμίας ἐπʼ ἀσπίδος· ἣ ʼξωθεν εἴσω τῷ φέροντι μέμψεται, πυκνοῦ κροτησμοῦ τυγχάνουσʼ ὑπὸ πτόλιν. θεῶν θελόντων τἂν ἀληθεύσαιμʼ ἐγώ. Χορός ἱκνεῖται λόγος διὰ στηθέων, τριχὸς δʼ ὀρθίας πλόκαμος ἵσταται, μεγάλα μεγαληγόρων κλυούσᾳ ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ θεοὶ τοῦδʼ ὀλέσειαν ἐν γᾷ. Ἄγγελος ἕκτον λέγοιμʼ ἂν ἄνδρα σωφρονέστατον, ἀλκήν τʼ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν· Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος κακοῖσι βάζει πολλὰ Τυδέως βίαν· τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα, μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον, Ἐρινύος κλητῆρα, πρόσπολον φόνου, κακῶν τʼ Ἀδράστῳ τῶνδε βουλευτήριον. καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον, ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν, δίς τʼ ἐν τελευτῇ τοὔνομʼ ἐνδατούμενος, καλεῖ. λέγει δὲ τοῦτʼ ἔπος διὰ στόμα· ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές, καλόν τʼ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις, πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς πορθεῖν, στράτευμʼ ἐπακτὸν ἐμβεβληκότα; μητρός τε πηγὴν τίς κατασβέσει δίκη;