πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν. Ἄγγελος οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω, πέμπταισι προσταχθέντα Βορραίαις πύλαις, τύμβον κατʼ αὐτὸν Διογενοῦς Ἀμφίονος· ὄμνυσι δʼ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ σέβειν πεποιθὼς ὀμμάτων θʼ ὑπέρτερον, ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ Διός· τόδʼ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ· στείχει δʼ ἴουλος ἄρτι διὰ παρηίδων, ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. ὁ δʼ ὠμόν, οὔτι παρθένων ἐπώνυμον, φρόνημα, γοργὸν δʼ ὄμμʼ ἔχων, προσίσταται. οὐ μὴν ἀκόμπαστός γʼ ἐφίσταται πύλαις· τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ σάκει, κυκλωτῷ σώματος προβλήματι, Σφίγγʼ ὠμόσιτον προσμεμηχανημένην γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας, φέρει δʼ ὑφʼ αὑτῇ φῶτα Καδμείων ἕνα, ὡς πλεῖστʼ ἐπʼ ἀνδρὶ τῷδʼ ἰάπτεσθαι βέλη. ἐλθὼν δʼ ἔοικεν οὐ καπηλεύσειν μάχην, μακρᾶς κελεύθου δʼ οὐ καταισχυνεῖν πόρον, Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδʼ ἀνὴρ μέτοικος, Ἄργει δʼ ἐκτίνων καλὰς τροφάς, πύργοις ἀπειλεῖ τοῖσδʼ ἃ μὴ κραίνοι θεός. Ἐτεοκλής εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν· ἦ τἂν πανώλεις παγκάκως τʼ ὀλοίατο. ἔστιν δὲ καὶ τῷδʼ, ὃν λέγεις τὸν Ἀρκάδα, ἀνὴρ ἄκομπος, χεὶρ δʼ ὁρᾷ τὸ δράσιμον,