<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="choral"><div type="textpart" subtype="strophe" n="2"><sp><l n="495">ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος</l><l n="496">προσηδάφισται κοιλογάστορος κύκλου.</l><l n="497">αὐτὸς δʼ ἐπηλάλαξεν, ἔνθεος δʼ Ἄρει</l><l n="498">βακχᾷ πρὸς ἀλκὴν Θυιὰς  ὣς φόβον βλέπων.</l><l n="499">τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·</l><l n="500">Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.</l></sp><sp><speaker>Ἐτεοκλής</speaker><l n="501">πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτʼ ἀγχίπτολις,</l><l n="502">πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσʼ ὕβριν,</l><l n="503">εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον·</l><l n="504">Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,</l><l n="505">ἀνὴρ κατʼ ἄνδρα τοῦτον ᾑρέθη, θέλων</l><l n="506">ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,</l><l n="507">οὔτʼ εἶδος οὔτε θυμὸν οὐδʼ ὅπλων σχέσιν</l><l n="508">μωμητός, Ἑρμῆς δʼ εὐλόγως ξυνήγαγεν.</l><l n="509">ἐχθρὸς γὰρ ἁνὴρ  ἀνδρὶ τῷ ξυστήσεται,</l><l n="510">ξυνοίσετον δὲ πολεμίους ἐπʼ ἀσπίδων</l><l n="511">θεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶνʼ ἔχει,</l><l n="512">Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπʼ ἀσπίδος</l><l n="513">σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·</l><l n="514">κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.</l><l n="515">τοιάδε μέντοι προσφίλεια δαιμόνων·</l><l n="516">πρὸς τῶν κρατούντων δʼ ἐσμέν, οἱ δʼ ἡσσωμένων,</l><l n="517">εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ·</l><l n="519">εἰκὸς δὲ  πράξειν  ἄνδρας ὧδʼ ἀντιστάτας,</l><l n="518">Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος</l><l n="520">σωτὴρ γένοιτʼ ἂν Ζεὺς ἐπʼ ἀσπίδος τυχών.</l></sp></div><milestone n="521" unit="card"/><div type="textpart" subtype="antistrophe" n="2"><sp><speaker>Χορός</speaker><l n="521">πέποιθα <add>δὴ</add>  τὸν Διὸς ἀντίτυπον ἔχοντʼ</l><l n="522">ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας</l><l n="523">δαίμονος,  ἐχθρὸν εἴκασμα βροτοῖς  τε καὶ</l><l n="524">δαροβίοισι θεοῖσιν,</l></sp></div></div></div></body></text></TEI>