ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος προσηδάφισται κοιλογάστορος κύκλου. αὐτὸς δʼ ἐπηλάλαξεν, ἔνθεος δʼ Ἄρει βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων. τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον· Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται. Ἐτεοκλής πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτʼ ἀγχίπτολις, πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσʼ ὕβριν, εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον· Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος, ἀνὴρ κατʼ ἄνδρα τοῦτον ᾑρέθη, θέλων ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης, οὔτʼ εἶδος οὔτε θυμὸν οὐδʼ ὅπλων σχέσιν μωμητός, Ἑρμῆς δʼ εὐλόγως ξυνήγαγεν. ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται, ξυνοίσετον δὲ πολεμίους ἐπʼ ἀσπίδων θεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶνʼ ἔχει, Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπʼ ἀσπίδος σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων· κοὔπω τις εἶδε Ζῆνά που νικώμενον. τοιάδε μέντοι προσφίλεια δαιμόνων· πρὸς τῶν κρατούντων δʼ ἐσμέν, οἱ δʼ ἡσσωμένων, εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ· εἰκὸς δὲ πράξειν ἄνδρας ὧδʼ ἀντιστάτας, Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος σωτὴρ γένοιτʼ ἂν Ζεὺς ἐπʼ ἀσπίδος τυχών. Χορός πέποιθα δὴ τὸν Διὸς ἀντίτυπον ἔχοντʼ ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ δαροβίοισι θεοῖσιν,