<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="choral"><div type="textpart" subtype="antistrophe" n="1"><sp><l n="466">ἀνὴρ <del>δʼ·</del>  ὁπλίτης κλίμακος προσαμβάσεις</l><l n="467">στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.</l><l n="468">βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,</l><l n="469">ὡς οὐδʼ ἂν Ἄρης σφʼ ἐκβάλοι πυργωμάτων.</l><l n="470">καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον</l><l n="471">πόλεως ἀπείργειν τῆσδε δούλιον  ζυγόν.</l></sp><sp><speaker>Ἐτεοκλής</speaker><l n="472">πέμποιμʼ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ·</l><l n="473">καὶ δὴ πέπεμπται  κόμπον ἐν χεροῖν ἔχων,</l><l n="474">Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν</l><l n="474b">γένους,</l><l n="475">ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων</l><l n="476">βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,</l><l n="477">ἀλλʼ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,</l><l n="478">ἢ καὶ δύʼ  ἄνδρε καὶ πόλισμʼ ἐπʼ ἀσπίδος</l><l n="479">ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.</l><l n="480">κόμπαζʼ ἐπʼ ἄλλῳ, μηδέ μοι φθόνει λέγων.</l></sp></div><milestone n="481" unit="card"/><div type="textpart" subtype="strophe" n="2"><sp><speaker>Χορός</speaker><l n="481">ἐπεύχομαι τῷδε  μὲν εὐτυχεῖν, ἰὼ</l><l n="482">πρόμαχʼ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.</l><l n="483">ὡς δʼ ὑπέραυχα βάζουσιν  ἐπὶ πτόλει</l><l n="484">μαινομένᾳ φρενί, τώς νιν</l><l n="485">Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.</l></sp><milestone n="486" unit="card"/><sp><speaker>Ἄγγελος</speaker><l n="486">τέταρτος ἄλλος, γείτονας πύλας ἔχων</l><l n="487">Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,</l><l n="488">Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·</l><l n="489">ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,</l><l n="490">ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.</l><l n="491">ὁ σηματουργὸς δʼ οὔ τις εὐτελὴς ἄρʼ ἦν</l><l n="492">ὅστις τόδʼ ἔργον ὤπασεν πρὸς ἀσπίδι,</l><l n="493">Τυφῶνʼ ἱέντα πύρπνοον διὰ στόμα</l><l n="494">λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·</l></sp></div></div></div></body></text></TEI>