τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ; Ἐτεοκλής καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται. τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων ἡ γλῶσσʼ ἀληθὴς γίγνεται κατήγορος· Καπανεὺς δʼ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος, θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντʼ ἔπη· πέποιθα δʼ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου. ἀνὴρ δʼ ἐπʼ αὐτῷ, κεἰ στόμαργός ἐστʼ ἄγαν, αἴθων τέτακται λῆμα, Πολυφόντου βία, φερέγγυον φρούρημα, προστατηρίας Ἀρτέμιδος εὐνοίαισι σύν τʼ ἄλλοις θεοῖς. λέγʼ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα. Χορός ὄλοιθʼ ὃς πόλει μεγάλʼ ἐπεύχεται, κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι, πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θʼ ἑδωλίων ὑπερκόπῳ δορί ποτʼ ἐκλαπάξαι. Ἄγγελος καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος ἐξ ὑπτίου ʼπήδησεν εὐχάλκου κράνους, πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον. ἵππους δʼ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι. φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον, μυκτηροκόμποις πνεύμασιν πληρούμενοι. ἐσχημάτισται δʼ ἀσπὶς οὐ σμικρὸν τρόπον·