<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="406">καὐτὸς καθʼ αὑτοῦ τήνδʼ ὕβριν μαντεύσεται.</l><l n="407">ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον</l><l n="408">τῶνδʼ  ἀντιτάξω προστάτην πυλωμάτων,</l><l n="409">μάλʼ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον</l><l n="410">τιμῶντα καὶ στυγοῦνθʼ ὑπέρφρονας λόγους.</l><l n="411">αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δʼ εἶναι φιλεῖ.</l><l n="412">σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,</l><l n="413">ῥίζωμʼ ἀνεῖται, κάρτα δʼ ἔστʼ ἐγχώριος,</l><l n="414">Μελάνιππος· ἔργον δʼ ἐν κύβοις Ἄρης κρινεῖ·</l><l n="415">Δίκη δʼ ὁμαίμων  κάρτα νιν προστέλλεται</l><l n="416">εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.</l></sp></div><milestone n="417" unit="card"/><div type="textpart" subtype="choral"><div type="textpart" subtype="strophe" n="1"><sp><speaker>Χορός</speaker><l n="417">τὸν ἁμόν  νυν  ἀντίπαλον εὐτυχεῖν</l><l n="418">θεοὶ δοῖεν, ὡς δικαίως πόλεως</l><l n="419">πρόμαχος  ὄρνυται· τρέμω δʼ αἱματη-</l><l n="420">φόρους μόρους ὑπὲρ φίλων</l><l n="421">ὀλομένων ἰδέσθαι.</l></sp><milestone n="422" unit="card"/><sp><speaker>Ἄγγελος</speaker><l n="422">τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·</l><l n="423">Καπανεὺς δʼ ἐπʼ Ἠλέκτραισιν εἴληχεν πύλαις,</l><l n="424">γίγας ὅδʼ ἄλλος τοῦ πάρος λελεγμένου</l><l n="425">μείζων, ὁ κόμπος δʼ οὐ κατʼ ἄνθρωπον φρονεῖ,</l><l n="426">πύργοις δʼ ἀπειλεῖ δείνʼ, ἃ μὴ κραίνοι τύχη·</l><l n="427">θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν</l><l n="428">καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς</l><l n="429">ἔριν πέδοι  σκήψασαν ἐμποδὼν σχεθεῖν.</l><l n="430">τὰς δʼ ἀστραπάς τε καὶ κεραυνίους βολὰς</l><l n="431">μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·</l><l n="432">ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,</l><l n="433">φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·</l><l n="434">χρυσοῖς δὲ φωνεῖ γράμμασιν <q>πρήσω πόλιν.</q>
                  </l><l n="435">τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,</l></sp></div></div></div></body></text></TEI>