καὐτὸς καθʼ αὑτοῦ τήνδʼ ὕβριν μαντεύσεται. ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον τῶνδʼ ἀντιτάξω προστάτην πυλωμάτων, μάλʼ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον τιμῶντα καὶ στυγοῦνθʼ ὑπέρφρονας λόγους. αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δʼ εἶναι φιλεῖ. σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο, ῥίζωμʼ ἀνεῖται, κάρτα δʼ ἔστʼ ἐγχώριος, Μελάνιππος· ἔργον δʼ ἐν κύβοις Ἄρης κρινεῖ· Δίκη δʼ ὁμαίμων κάρτα νιν προστέλλεται εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ. Χορός τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν θεοὶ δοῖεν, ὡς δικαίως πόλεως πρόμαχος ὄρνυται· τρέμω δʼ αἱματη- φόρους μόρους ὑπὲρ φίλων ὀλομένων ἰδέσθαι. Ἄγγελος τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί· Καπανεὺς δʼ ἐπʼ Ἠλέκτραισιν εἴληχεν πύλαις, γίγας ὅδʼ ἄλλος τοῦ πάρος λελεγμένου μείζων, ὁ κόμπος δʼ οὐ κατʼ ἄνθρωπον φρονεῖ, πύργοις δʼ ἀπειλεῖ δείνʼ, ἃ μὴ κραίνοι τύχη· θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν. τὰς δʼ ἀστραπάς τε καὶ κεραυνίους βολὰς μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν· ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον, φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη· χρυσοῖς δὲ φωνεῖ γράμμασιν πρήσω πόλιν. τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,