ὥς τʼ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον. Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν βρέμει, πόρον δʼ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά. Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ· θείνει δʼ ὀνείδει μάντιν Οἰκλείδην σοφόν, σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ. τοιαῦτʼ ἀυτῶν τρεῖς κατασκίους λόφους σείει, κράνους χαίτωμʼ, ὑπʼ ἀσπίδος δʼ ἔσω χαλκήλατοι κλάζουσι κώδωνες φόβον· ἔχει δʼ ὑπέρφρον σῆμʼ ἐπʼ ἀσπίδος τόδε, φλέγονθʼ ὑπʼ ἄστροις οὐρανὸν τετυγμένον· λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει, πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει. τοιαῦτʼ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς βοᾷ παρʼ ὄχθαις ποταμίαις, μάχης ἐρῶν, ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει, ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων. τίνʼ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν κλῄθρων λυθέντων προστατεῖν φερέγγυος; Ἐτεοκλής κόσμον μὲν ἀνδρὸς οὔτινʼ ἂν τρέσαιμʼ ἐγώ, οὐδʼ ἑλκοποιὰ γίγνεται τὰ σήματα· λόφοι δὲ κώδων τʼ οὐ δάκνουσʼ ἄνευ δορός. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπʼ ἀσπίδος ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν, τάχʼ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί. εἰ γὰρ θανόντι νὺξ ἐπʼ ὀφθαλμοῖς πέσοι, τῷ τοι φέροντι σῆμʼ ὑπέρκομπον τόδε γένοιτʼ ἂν ὀρθῶς ἐνδίκως τʼ ἐπώνυμον,