κῦδος τοῖσδε πολίταις. καὶ πόλεως ῥύτορες ἔστʼ εὔεδροί τε στάθητʼ ὀξυγόοις λιταῖσιν. Χορός οἰκτρὸν γὰρ πόλιν ὧδʼ ὠγυγίαν Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν δουλίαν ψαφαρᾷ σποδῷ ὑπʼ ἀνδρὸς Ἀχαιοῦ θεόθεν περθομέναν ἀτίμως, τὰς δὲ κεχειρωμένας ἄγεσθαι, ἒ ἔ, νέας τε καὶ παλαιὰς ἱππηδὸν πλοκάμων, περιρ- ρηγνυμένων φαρέων. βοᾷ δʼ ἐκκενουμένα πόλις, λαΐδος ὀλλυμένας μιξοθρόου· βαρείας τοι τύχας προταρβῶ. Χορός κλαυτὸν δʼ ἀρτιτρόποις ὠμοδρόποις νομίμων προπάροιθεν διαμεῖψαι δωμάτων στυγερὰν ὁδόν· τί; τὸν φθίμενον γὰρ προλέγω βέλτερα τῶνδε πράσσειν· πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ, ἒ ἔ, δυστυχῆ τε πράσσει. ἄλλος δʼ ἄλλον ἄγει, φονεύ- ει, τὰ δὲ πυρφορεῖ· καπνῷ δὲ χραίνεται πόλισμʼ ἅπαν· μαινόμενος δʼ ἐπιπνεῖ λαοδάμας μιαίνων εὐσέβειαν Ἄρης. Χορός κορκορυγαὶ δʼ ἀνʼ ἄστυ, προτὶ πτόλιν δʼ ὁρκάνα