<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="31">ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,</l><l n="32">πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν</l><l n="33">πύργων στάθητε, καὶ πυλῶν ἐπʼ ἐξόδοις</l><l n="34">μίμνοντες εὖ θαρσεῖτε,  μηδʼ ἐπηλύδων</l><l n="35">ταρβεῖτʼ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός.</l><l n="36"><milestone ed="P" unit="para"/>σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας  στρατοῦ</l><l n="37">ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·</l><l n="38">καὶ τῶνδʼ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.</l></sp><milestone n="39" unit="card"/><sp><speaker>Ἄγγελος</speaker><l n="39">Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,</l><l n="40">ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,</l><l n="41">αὐτὸς κατόπτης δʼ εἴμʼ ἐγὼ τῶν πραγμάτων·</l><l n="42">ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,</l><l n="43">ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος</l><l n="44">καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,</l><l n="45">Ἄρη τʼ,  Ἐνυώ, καὶ φιλαίματον Φόβον</l><l n="46">ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς</l><l n="47">θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,</l><l n="48">ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·</l><l n="49">μνημεῖά θʼ αὑτῶν  τοῖς τεκοῦσιν ἐς δόμους</l><l n="50">πρὸς ἅρμʼ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ</l><l n="51">λείβοντες· οἶκτος δʼ οὔτις ἦν διὰ στόμα.</l><l n="52">σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων</l><l n="53">ἔπνει, λεόντων ὡς Ἄρη  δεδορκότων.</l><l n="54">καὶ τῶνδε πύστις  οὐκ ὄκνῳ χρονίζεται·</l><l n="55">κληρουμένους δʼ ἔλειπον, ὡς πάλῳ λαχὼν</l><l n="56">ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.</l><l n="57">πρὸς ταῦτʼ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως</l><l n="58">πυλῶν ἐπʼ ἐξόδοισι τάγευσαι τάχος·</l><l n="59">ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς</l><l n="60">χωρεῖ, κονίει, πεδία δʼ ἀργηστὴς ἀφρὸς</l></sp></div></div></body></text></TEI>