ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ, πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν πύργων στάθητε, καὶ πυλῶν ἐπʼ ἐξόδοις μίμνοντες εὖ θαρσεῖτε, μηδʼ ἐπηλύδων ταρβεῖτʼ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός. σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ· καὶ τῶνδʼ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ. Ἄγγελος Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ, ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, αὐτὸς κατόπτης δʼ εἴμʼ ἐγὼ τῶν πραγμάτων· ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται, ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, Ἄρη τʼ, Ἐνυώ, καὶ φιλαίματον Φόβον ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ, ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ· μνημεῖά θʼ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους πρὸς ἅρμʼ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ λείβοντες· οἶκτος δʼ οὔτις ἦν διὰ στόμα. σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων. καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται· κληρουμένους δʼ ἔλειπον, ὡς πάλῳ λαχὼν ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον. πρὸς ταῦτʼ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως πυλῶν ἐπʼ ἐξόδοισι τάγευσαι τάχος· ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς χωρεῖ, κονίει, πεδία δʼ ἀργηστὴς ἀφρὸς