λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο. Χορός μέλει, φόβῳ δʼ οὐχ ὑπνώσσει κέαρ· γείτονες δὲ καρδίας μέριμναι ζωπυροῦσι τάρβος τὸν ἀμφιτειχῆ λεών, δράκοντας ὥς τις τέκνων ὑπερδέδοικεν λεχαίων δυσευνάτορας πάντρομος πελειάς. τοὶ μὲν γὰρ ποτὶ πύργους πανδαμεὶ πανομιλεὶ στείχουσιν. τί γένωμαι; τοὶ δʼ ἐπʼ ἀμφιβόλοισιν ἰάπτουσι πολίταις χερμάδʼ ὀκριόεσσαν. παντὶ τρόπῳ, Διογενεῖς θεοί, πόλιν καὶ στρατὸν Καδμογενῆ ῥύεσθε. Χορός ποῖον δʼ ἀμείψεσθε γαίας πέδον τᾶσδʼ ἄρειον, ἐχθροῖς ἀφέντες τὰν βαθύχθονʼ αἶαν, ὕδωρ τε Διρκαῖον, εὐ- τραφέστατον πωμάτων ὅσων ἵησιν Ποσει- δᾶν ὁ γαιάοχος Τηθύος τε παῖδες. πρὸς τάδʼ, ὦ πολιοῦχοι θεοί, τοῖσι μὲν ἔξω πύργων ἀνδρολέτειραν κῆρα, ῥίψοπλον ἄταν, ἐμβαλόντες ἄροισθε