<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="257">μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.</l></sp><sp><speaker>Ἐτεοκλής</speaker><l n="258">παλινστομεῖς αὖ θιγγάνουσʼ ἀγαλμάτων;</l></sp><sp><speaker>Χορός</speaker><l n="259">ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.</l></sp><sp><speaker>Ἐτεοκλής</speaker><l n="260">αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.</l></sp><sp><speaker>Χορός</speaker><l n="261">λέγοις ἂν ὡς τάχιστα, καὶ τάχʼ εἴσομαι.</l></sp><sp><speaker>Ἐτεοκλής</speaker><l n="262">σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.</l></sp><sp><speaker>Χορός</speaker><l n="263">σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.</l></sp><sp><speaker>Ἐτεοκλής</speaker><l n="264">τοῦτʼ ἀντʼ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.</l><l n="265">καὶ πρός γε τούτοις, ἐκτὸς οὖσʼ ἀγαλμάτων,</l><l n="266">εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·</l><l n="267">κἀμῶν ἀκούσασʼ εὐγμάτων, ἔπειτα σὺ</l><l n="268">ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,</l><l n="269">Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,</l><l n="270">θάρσος φίλοις, λύουσα πολέμιον φόβον.</l><l n="271"><milestone ed="P" unit="para"/>ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,</l><l n="272">πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,</l><l n="273">Δίρκης τε πηγαῖς, ὕδατί τʼ  Ἰσμηνοῦ λέγω</l><l n="274">εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,</l><l n="275">μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,</l><l n="276"><del>ταυροκτονοῦντας θεοῖσιν, ὧδʼ ἐπεύχομαι</del></l><l n="277">θύσειν  τροπαῖα, δαΐων  δʼ ἐσθήματα,</l><l n="278">στέψω λάφυρα  δουρίπληχθʼ  ἁγνοῖς δόμοις.</l><l n="279"><del>στέψω πρὸ ναῶν, πολεμίων δʼ ἐσθήματα.</del></l><l n="280"><milestone ed="P" unit="para"/>τοιαῦτʼ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,</l><l n="281">μηδʼ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·</l><l n="282">οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.</l><l n="283">ἐγὼ δέ γʼ  ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ</l><l n="284">ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον</l><l n="285">εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,</l><l n="286">πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους</l></sp></div></div></body></text></TEI>