πολλάκι δʼ ἐν κακοῖσι τὸν ἀμάχανον κἀκ χαλεπᾶς δύας ὕπερθʼ ὀμμάτων κρημναμενᾶν νεφελᾶν ὀρθοῖ. Ἐτεοκλής ἀνδρῶν τάδʼ ἐστί, σφάγια καὶ χρηστήρια θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους · σὸν δʼ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων. Χορός διὰ θεῶν πόλιν νεμόμεθʼ ἀδάματον, δυσμενέων δʼ ὄχλον πύργος ἀποστέγει. τίς τάδε νέμεσις στυγεῖ; Ἐτεοκλής οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος· ἀλλʼ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς, εὔκηλος ἴσθι μηδʼ ἄγαν ὑπερφοβοῦ. Χορός ποτίφατον κλύουσα πάταγον ἀνάμιγα ταρβοσύνῳ φόβῳ τάνδʼ ἐς ἀκρόπτολιν, τίμιον ἕδος, ἱκόμαν. Ἐτεοκλής μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε. τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν. Χορός καὶ μὴν ἀκούω γʼ ἱππικῶν φρυαγμάτων. Ἐτεοκλής μή νυν ἀκούουσʼ ἐμφανῶς ἄκουʼ ἄγαν. Χορός στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων. Ἐτεοκλής οὐκοῦν ἔμʼ ἀρκεῖ τῶνδε βουλεύειν πέρι. Χορός δέδοικʼ, ἀραγμὸς δʼ ἐν πύλαις ὀφέλλεται. Ἐτεοκλής οὐ σῖγα μηδὲν τῶνδʼ ἐρεῖς κατὰ πτόλιν; Χορός ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα. Ἐτεοκλής οὐκ ἐς φθόρον σιγῶσʼ ἀνασχήσῃ τάδε; Χορός θεοὶ πολῖται, μή με δουλείας τυχεῖν. Ἐτεοκλής αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν. Χορός ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος. Ἐτεοκλής ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.