ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον, ψῆφος κατʼ αὐτῶν ὀλεθρία βουλεύσεται, λευστῆρα δήμου δʼ οὔ τι μὴ φύγῃ μόρον. μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω, τἄξωθεν· ἔνδον δʼ οὖσα μὴ βλάβην τίθει. ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω; Χορός ὦ φίλον Οἰδίπου τέκος, ἔδεισʼ ἀκού- σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον, ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι, ἱππικῶν τʼ ἀπύαν πηδαλίων διὰ στόμα πυριγενετᾶν χαλινῶν. Ἐτεοκλής τί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼν πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας, νεὼς καμούσης ποντίῳ πρὸς κύματι ; Χορός ἀλλʼ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ- χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος ὅτʼ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις· δὴ τότʼ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως ἵνʼ ὑπερέχοιεν ἀλκάν. Ἐτεοκλής πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ. οὐκοῦν τάδʼ ἔσται πρὸς θεῶν· ἀλλʼ οὖν θεοὺς τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος. Χορός μήποτʼ ἐμὸν κατʼ αἰῶνα λίποι θεῶν ἅδε πανάγυρις, μηδʼ ἐπίδοιμι τάνδʼ ἀστυδρομουμέναν πόλιν καὶ στράτευμʼ ἁπτόμενον πυρὶ δαΐῳ. Ἐτεοκλής μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς· πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας μήτηρ, γυνὴ σωτῆρος· ὧδʼ ἔχει λόγος. Χορός ἔστι· θεοῦ δʼ ἔτʼ ἰσχὺς καθυπερτέρα·