σύ τʼ, ὦ Διογενὲς φιλόμαχον κράτος, ῥυσίπολις γενοῦ, Παλλάς, ὅ θʼ ἵππιος ποντομέδων ἄναξ ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ, ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου. σύ τʼ, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον Κάδμου φύλαξον κήδεσαί τʼ ἐναργῶς. καὶ Κύπρις, ἅτʼ εἶ γένους προμάτωρ, ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος γεγόναμεν· λιταῖσί σε θεοκλύτοις ἀυτοῦσαι πελαζόμεσθα. καὶ σύ, Λύκειʼ ἄναξ, Λύκειος γενοῦ στρατῷ δαΐῳ στόνων ἀντίτας. σύ τʼ, ὦ Λατογένει- α κούρα, τόξον εὐτυκάζου Ἄρτεμι φίλα . Χορός ἒ ἒ ἒ ἔ, ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω· ὦ πότνιʼ Ἥρα. ἔλακον ἀξόνων βριθομένων χνόαι. Ἄρτεμι φίλα, ἒ ἒ ἒ ἔ, δοριτίνακτος αἰθὴρ δʼ ἐπιμαίνεται. τί πόλις ἄμμι πάσχει, τί γενήσεται; ποῖ δʼ ἔτι τέλος ἐπάγει θεός; Χορός ἒ ἒ ἒ ἔ, ἀκροβόλων δʼ ἐπάλξεων λιθὰς ἔρχεται· ὦ φίλʼ Ἄπολλον· κόναβος ἐν πύλαις χαλκοδέτων σακέων, παῖ Διός, ὅθεν πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ. σύ τε, μάκαιρʼ ἄνασσʼ Ὄγκα, πρὸ πόλεως