<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1">Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια</l><l n="2">ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως</l><l n="3">οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.</l><l n="4">εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·</l><l n="5">εἰ δʼ αὖθʼ, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,</l><l n="6">Ἐτεοκλέης  ἂν εἷς πολὺς κατὰ πτόλιν</l><l n="7">ὑμνοῖθʼ ὑπʼ ἀστῶν φροιμίοις πολυρρόθοις</l><l n="8">οἰμώγμασίν θʼ, ὧν Ζεὺς ἀλεξητήριος</l><l n="9">ἐπώνυμος γένοιτο Καδμείων πόλει.</l><l n="10"><milestone ed="P" unit="para"/>
               ὑμᾶς  δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντʼ ἔτι</l><l n="11">ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,</l><l n="12">βλαστημὸν  ἀλδαίνοντα σώματος πολύν,</l><l n="13">ὥραν τʼ  ἔχονθʼ  ἕκαστον  ὥστε  συμπρεπές,</l><l n="14">πόλει τʼ ἀρήγειν καὶ θεῶν ἐγχωρίων</l><l n="15">βωμοῖσι, τιμὰς μὴ ʼξαλειφθῆναί ποτε·</l><l n="16">τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·</l><l n="17">ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,</l><l n="18">ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,</l><l n="19">ἐθρέψατʼ οἰκητῆρας  ἀσπιδηφόρους</l><l n="20">πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.</l><l n="21">καὶ νῦν μὲν ἐς τόδʼ ἦμαρ εὖ ῥέπει θεός·</l><l n="22">χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις</l><l n="23">καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.</l><l n="24">νῦν δʼ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,</l><l n="25">ἐν ὠσὶ νωμῶν καὶ φρεσίν,  πυρὸς δίχα,</l><l n="26">χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·</l><l n="27">οὗτος τοιῶνδε δεσπότης μαντευμάτων</l><l n="28">λέγει μεγίστην προσβολὴν Ἀχαιίδα</l><l n="29">νυκτηγορεῖσθαι κἀπιβουλεύσειν  πόλει.</l><l n="30">ἀλλʼ ἔς τʼ ἐπάλξεις καὶ πύλας πυργωμάτων</l></sp></div></div></body></text></TEI>