ἐφραξάμεσθα μονομάχοισι προστάταις: καλῶς καλῶς ( δ᾽ suprascr. m 1 ) M ἔχει τὰ πλεῖστ᾽ ἐν ἓξ πυλώμασι: τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης ἄναξ Ἀπόλλων εἵλετ᾽, Οἰδίπου γένει κραίνων παλαιὰς Λαΐου δυσβουλίας. Χορος τί δ᾽ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον; Αγγελος πόλις σέσωσται: βασιλέες βασιλέες recc.: βασιλέως ( εῖς suprascr. m 1 ) M δ᾽ ὁμόσποροι Χορος τίνες; τί δ᾽ εἶπας; παραφρονῶ φόβῳ λόγου. Αγγελος φρονοῦσα νῦν ἄκουσον: Οἰδίπου τόκω τόκω Dindorf: τόκος ( γένος suprascr. m) M — Χορος οἲ ʼγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν. Αγγελος οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένω κατεσποδημένω Dindorf: κατεσποδημένοι codd. — Χορος ἐκεῖθι κεῖσθον; κεῖσθον ( ηλ suprascr. m) M βαρέα δ᾽ οὖν ὅμως φράσον. Αγγελος ἅνδρες ἅνδρες Porson: ἄνδρες codd. τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων. Χορος αὑτοὺς αὑτοὺς Hartung: οὕτως codd. ἀδελφαῖς χερσὶν ἠναίρονθ᾽ ἅμα; ἅμα Nauck: ἄγαν codd. Αγγελος πέπωκεν αἷμα γαῖ᾽ γᾶν (in γαῖ mutatum m 1 ) M ὑπ᾽ ἀλλήλων φόνῳ. Χορος οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν. ἄγαν Nauck: ἅμα codd. Αγγελος αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύσποτμον γένος. sic disponit Weil: codicum ordo numeris minoribus indicatur τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα: πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ᾽ ἐπιστάται, δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν. ἕξουσι δ᾽ ἣν λάβωσιν ἐν ταφῇ χθόνα, χθόνα Brunck: χθονός codd. πατρὸς κατ᾽ εὐχὰς δυσπότμους φορούμενοι. πορθούμενοι Meineke [820-1] hic habent codd.: [820] prorsus secludendus, [821] supra translatus [πόλις σέσωσται: βασιλέοιν δ᾽ ὁμοσπόροιν πέπωκεν αἷμα γαῖ᾽ ὑπ᾽ ἀλλήλων φόνῳ.] Χορος ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι πολιοῦχοι Pauw: πολισσοῦχοι codd. δαίμονες, οἳ δὴ Κάδμου πύργους δαίμονες οἳ δὴ | Κάδμου πύργους ἐρύεσθε ( τούσδε secluso) Heimsoeth τούσδε ῥύεσθε, πότερον χαίρω κἀπολολύξω πόλεως ἀσινεῖ †σωτῆρι . ., deest x_ ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας