πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο. στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις ἐφραξάμεσθα μονομάχοισι προστάταις: καλῶς καλῶς ( δ᾽ suprascr. m 1 ) M ἔχει τὰ πλεῖστ᾽ ἐν ἓξ πυλώμασι: τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης ἄναξ Ἀπόλλων εἵλετ᾽, Οἰδίπου γένει κραίνων παλαιὰς Λαΐου δυσβουλίας. Χορος τί δ᾽ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον; Αγγελος πόλις σέσωσται: βασιλέες βασιλέες recc.: βασιλέως ( εῖς suprascr. m 1 ) M δ᾽ ὁμόσποροι Χορος τίνες; τί δ᾽ εἶπας; παραφρονῶ φόβῳ λόγου. Αγγελος φρονοῦσα νῦν ἄκουσον: Οἰδίπου τόκω τόκω Dindorf: τόκος ( γένος suprascr. m) M — Χορος οἲ ʼγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν. Αγγελος οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένω κατεσποδημένω Dindorf: κατεσποδημένοι codd. — Χορος ἐκεῖθι κεῖσθον; κεῖσθον ( ηλ suprascr. m) M βαρέα δ᾽ οὖν ὅμως φράσον. Αγγελος ἅνδρες ἅνδρες Porson: ἄνδρες codd. τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων. Χορος αὑτοὺς αὑτοὺς Hartung: οὕτως codd. ἀδελφαῖς χερσὶν ἠναίρονθ᾽ ἅμα; ἅμα Nauck: ἄγαν codd. Αγγελος πέπωκεν αἷμα γαῖ᾽ γᾶν (in γαῖ mutatum m 1 ) M ὑπ᾽ ἀλλήλων φόνῳ.