πνεύματι: νῦν δ᾽ ἔτι ζεῖ. Ετεοκλης ἐξέζεσεν ἐξέζεσεν recc.: ἐξέζεσαν ut videtur M γὰρ Οἰδίπου κατεύγματα: ἄγαν δ᾽ ἀληθεῖς ἐνυπνίων φαντασμάτων ὄψεις, πατρῴων χρημάτων δατήριοι. δωτηρι .. M, correxit in δοτήριοι m, A suprascr. m 1 Χορος πιθοῦ πιθοῦ Blomfield: πείθου M γυναιξί, καίπερ οὐ στέργων ὅμως. Ετεοκλης λέγοιτ᾽ ἂν ὧν ἄνη τις: τίς M (correxit m 1 ) οὐδὲ χρὴ μακράν. Χορος μὴ ʼλθῃς ὁδοὺς σὺ τάσδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις. Ετεοκλης τεθηγμένον τοί μ᾽ οὐκ ἀπαμβλυνεῖς λόγῳ. Χορος νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός. Ετεοκλης οὐκ ἄνδρ᾽ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος. Χορος ἀλλ᾽ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις; Ετεοκλης θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις ἐκφύγοις M: ἐκφύγοι m 1 κακά. Χορος πέφρικα τὰν ὠλεσίοικον θεόν, οὐ θεοῖς ὁμοίαν, παναλαθῆ, κακόμαντιν πατρὸς εὐκταίαν Ἐρινὺν τελέσαι τὰς περιθύμους κατάρας Οἰδιπόδα βλαψίφρονος: Οἰδιπόδα βλαψίφρονος Triclinius: βλαψ. Οἰδ. codd. παιδολέτωρ δ᾽ ἔρις ἅδ᾽ ἅδ᾽ m 1 et recc.: δ᾽ M ὀτρύνει. Χορος ξένος δὲ κλήρους κλήρους olim M: κλήροις recc. et ex correctione M ἐπινωμᾷ, Χάλυβος Σκυθῶν ἄποικος, κτεάνων χρηματοδαίτας πικρός, ὠμόφρων σίδαρος, χθόνα ναίειν διαπήλας, ὁπόσαν καὶ φθιμένοισιν κατέχειν, τῶν μεγάλων πεδίων ἀμοίρους. Χορος ἐπειδὰν αὐτοκτόνως αὐτοκτόνως Triclinius: αὐτοκτόνωσιν M: αὐτοὶ κτάνωσιν m 1 αὐτοδάικτοι θάνωσι, καὶ γαΐα γαΐα ex Hesych. Hermann: χθονία codd. κόνις πίῃ μελαμπαγὲς αἷμα φοίνιον,