εἴ νιν κατάξει χρυσότευκτα γράμματα ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν. εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν: ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον, οὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω, οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος, Δίκη προσεῖδε προσεῖδε ex schol. Martini: προσεῖπε codd. καὶ κατηξιώσατο: οὐδ᾽ οὐδ᾽ recc. pauci: οὔτ᾽ codd. cett. ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας, ἢ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας. τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι αὐτός: τίς ἄλλος μᾶλλον ἐνδικώτερος; ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις, ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος κνημῖδας, αἰχμῆς καὶ πέτρων πέτρων mutatum in πετρῶν M προβλήματα.