καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ: κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσι. Ετεοκλης ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί, Ἀρά τ᾽ Ἐρινὺς πατρὸς ἡ μεγασθενής, μή μοι πόλιν γε πρυμνόθεν πρυμνόθεν codd.: πρέμνοθεν Valckenärium secuti edd. plerique πανώλεθρον ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους: ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν ζυγοῖσι δουλίοισι δουλίοισι Aldina: δουλείοισι codd. μήποτε σχεθεῖν: σχεθεῖν Blomfield: σχέθειν codd. γένεσθε δ᾽ ἀλκή: ξυνὰ δ᾽ ἐλπίζω λέγειν: πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει. Χορος θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη: μεθεῖται στρατός: στρατόπεδον λιπὼν ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας: αἰθερία κόνις με πείθει φανεῖσ᾽,