ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς.” τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα. σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ: ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων μέμψει, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν. Ετεοκλης ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος, ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος: ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι. ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει, μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος. ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει Πολυνείκει (sed ει in litura) M: Πολυνείκη recc. λέγω, τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ, εἴ νιν κατάξει χρυσότευκτα γράμματα ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν. εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν: ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον, οὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω, οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος, Δίκη προσεῖδε προσεῖδε ex schol. Martini: προσεῖπε codd. καὶ κατηξιώσατο: οὐδ᾽ οὐδ᾽ recc. pauci: οὔτ᾽ codd. cett. ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας, ἢ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας. τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι αὐτός: τίς ἄλλος μᾶλλον ἐνδικώτερος; ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις, ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος κνημῖδας, αἰχμῆς καὶ πέτρων πέτρων mutatum in πετρῶν M προβλήματα. Χορος μή, φίλτατ᾽ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ