διπλοῦν τε σῆμα προσμεμηχανημένον. χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν ἄγει γυνή τις σωφρόνως ἡγουμένη. Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα λέγει λέγει recc.: λέξει M “κατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς.” τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα. σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ: ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων μέμψει, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν. Ετεοκλης ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος, ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος: ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι. ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει, μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος. ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει Πολυνείκει (sed ει in litura) M: Πολυνείκη recc. λέγω, τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ,