εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου: φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια. ὅμως δ᾽ ἐπ᾽ αὐτῷ φῶτα, Λασθένους βίαν, ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν, γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει, φύει Wellauer: φύσει M: φέρει m 1 recc. ποδῶκες οἶμα, οἶμα Weil: ὄμμα codd. χεῖρα δ᾽ οὐ βραδύνεται παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ. θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς. Χορος κλύοντες θεοὶ δικαίας λιτὰς λιτὰς M: λόγους m 1 ἡμετέρας τελεῖθ᾽, ὡς πόλις εὐτυχῇ, δορίπονα κάκ᾽ ἐκτρέποντες <ἐς ἐς add. Hermann: om. M, sed εἰς supra ἐπιμόλους scr. m 1 > γᾶς ἐπιμόλους: πύργων δ᾽ ἔκτοθεν βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ. Αγγελος τὸν ἕβδομον δὴ τόν τ᾽ τόν τ᾽ Blomfield: τόνδ᾽ codd. ἐφ᾽ ἑβδόμαις πύλαις λέξω, τὸν αὐτοῦ σου κασίγνητον, πόλει οἵας οἵας recc.: οἵας γ᾽ ( ας in litura, οἵ ex οἷ factum m 1 ) M ἀρᾶται καὶ κατεύχεται τύχας: πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί, ἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας, σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας, ἢ ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλατῶν ἀνδρηλατῶν Blomfield: ἀνδρηλάτην codd. φυγῇ τὸν αὐτὸν τόνδε τίσασθαι τρόπον. τοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία. ἔχει δὲ καινοπηγὲς εὔκυκλον εὔκυκλον M: εὔθετον schol. (in M) σάκος διπλοῦν τε σῆμα προσμεμηχανημένον. χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν ἄγει γυνή τις σωφρόνως ἡγουμένη. Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα λέγει λέγει recc.: λέξει M “κατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν