χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων. πλευμόνων M: πνευμόνων recc. σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς Ἄρεως: βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ: καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ: κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσι. Ετεοκλης ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί, Ἀρά τ᾽ Ἐρινὺς πατρὸς ἡ μεγασθενής, μή μοι πόλιν γε πρυμνόθεν πρυμνόθεν codd.: πρέμνοθεν Valckenärium secuti edd. plerique πανώλεθρον ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους: ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν ζυγοῖσι δουλίοισι δουλίοισι Aldina: δουλείοισι codd. μήποτε σχεθεῖν: σχεθεῖν Blomfield: σχέθειν codd. γένεσθε δ᾽ ἀλκή: ξυνὰ δ᾽ ἐλπίζω λέγειν: πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει. Χορος θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη: μεθεῖται στρατός: στρατόπεδον λιπὼν ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας: αἰθερία κόνις με πείθει φανεῖσ᾽, ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.— ἔτι δὲ γᾶς ἐμᾶς πεδί᾽ ὁπλόκτυπ᾽ ὠ- τὶ χρίμπτει βοάν: ἔτι δὲ γᾶς ἐμᾶς Paley, πεδί᾽ ὁπλόκτυπ᾽ Seidler, ὠτὶ recc. χρίμπτει βοάν Ritschl: ἕλεδέμας πεδιοπλοκτύπος τί χρίμπτεται βοᾷ M totum locum ita restituit Paleio praeeunte Wecklein, nisi quod ἰδὲ pro ἔτι habet ποτᾶται, βρέμει δ᾽ ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.— ἰὼ ἰὼ ἰὼ ἰὼ recc.: ἰὼ ἰὼ ἰὼ M θεοὶ θεαί τ᾽ ὀρόμενον κακὸν ἀλεύσατε.— βοᾷ βοᾷ fortasse secludendum ὑπὲρ τειχέων ὁ λεύκασπις ὄρνυται λαὸς εὐ- τρεπὴς ἐπὶ πόλιν [διώκων διώκων seclusit Rothe ].—