οὕτως δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω, σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν, τείνουσι πομπὴν πομπὴν ] καμπὴν Heimsoeth τὴν μακρὰν πάλιν μολεῖν, Διὸς θέλοντος ξυγκαθελκυσθήσεται. δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις, οὐχ ὡς ἄθυμον ἄθυμον Turnebus: ἄθυμος codd. οὐδὲ λήματος κάκῃ, ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ, εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου: φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια. ὅμως δ᾽ ἐπ᾽ αὐτῷ φῶτα, Λασθένους βίαν, ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν, γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει, φύει Wellauer: φύσει M: φέρει m 1 recc. ποδῶκες οἶμα, οἶμα Weil: ὄμμα codd. χεῖρα δ᾽ οὐ βραδύνεται παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ. θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.