οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα. τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει. Ετεοκλης φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς βροτοῖς m 1 et recc.: βροτοὺς M δίκαιον ἄνδρα τοῖσι δυσσεβεστάτοις. δυσσεβεστάτοις recc.: δυσεβεστέροις M, ς suprascr. m ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος: ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται. ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει, ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν, ταὐτοῦ κυρήσας ἐκδίκοις ἐκδίκοις Prien: ἐκδίκως codd. ἀγρεύματος, πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη. ʼδ̓άμη G: δάμη M et cett.