μάντις κεκευθὼς πολεμίας ὑπὸ ὑπὸ recc. duo: ἐπι M: ἐπὶ cett. χθονός. μαχώμεθ᾽, οὐκ ἄτιμον ἐλπίζω μόρον.” τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὔκυκλον νέμων εὔκυκλον νέμων m et recc.: εὔκηλον ἔχων M πάγχαλκον ηὔδα: σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ. κύκλῳ ] κύτει Wecklein οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα. τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει. Ετεοκλης φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς βροτοῖς m 1 et recc.: βροτοὺς M δίκαιον ἄνδρα τοῖσι δυσσεβεστάτοις. δυσσεβεστάτοις recc.: δυσεβεστέροις M, ς suprascr. m ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος: ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται. ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει, ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν, ταὐτοῦ κυρήσας ἐκδίκοις ἐκδίκοις Prien: ἐκδίκως codd. ἀγρεύματος, πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη. ʼδ̓άμη G: δάμη M et cett. οὕτως δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω, σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν, τείνουσι πομπὴν πομπὴν ] καμπὴν Heimsoeth τὴν μακρὰν πάλιν μολεῖν, Διὸς θέλοντος ξυγκαθελκυσθήσεται. δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις, οὐχ ὡς ἄθυμον ἄθυμον Turnebus: ἄθυμος codd. οὐδὲ λήματος κάκῃ, ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,