κακῶν τ᾽ Ἀδράστῳ τῶνδε βουλευτήριον. καὶ τὸν σὸν αὖθις προσθροῶν προσθροῶν Francken: προσμόραν M: πρόσμορον recc. ἀδελφεόν, ἐξυπτιάζων ὄμμα, ὄμμα Schütz: ὄνομα codd. Πολυνείκους βίαν, δίς τ᾽ ἐν τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος, καλεῖ. λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα: “ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές, καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις, πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα; μητρός τε πηγὴν τίς κατασβέσει δίκη; πατρὶς δὲ γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται; ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα, μάντις κεκευθὼς πολεμίας ὑπὸ ὑπὸ recc. duo: ἐπι M: ἐπὶ cett. χθονός. μαχώμεθ᾽, οὐκ ἄτιμον ἐλπίζω μόρον.” τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὔκυκλον νέμων εὔκυκλον νέμων m et recc.: εὔκηλον ἔχων M πάγχαλκον ηὔδα: σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ. κύκλῳ ] κύτει Wecklein