οὐδ᾽ εἰσαμεῖψαι τεῖχος τεῖχος Francken: θηρὸς codd. ἐχθίστου δάκους εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος: ἣ ʼξωθεν ἣ ʼξωθεν Porson: ἔξωθεν codd. εἴσω τῷ φέροντι μέμψεται, πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν. θεῶν θελόντων κἂν κἂν Hartung: δ᾽ ἂν M ἀλλ᾽ W. Headlam, qui post θελόντων, non post πτόλιν, interpungit ἀληθεύσαιμ᾽ ἐγώ. Χορος ἱκνεῖται λόγος διὰ στηθέων, τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται, μεγάλα μεγαληγόρων κλυούσᾳ κλυούσᾳ Hermann: κλύων M ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ εἴθε γὰρ recc.: εἰ θεοὶ M θεοὶ τούσδ᾽ ὀλέσειαν ἐν γᾷ. Αγγελος ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον, ἀλκήν τ᾽ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν: Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος κακοῖσι βάζει πολλὰ Τυδέως βίαν: τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα, μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον, Ἐρινύος κλητῆρα, πρόσπολον φόνου, κακῶν τ᾽ Ἀδράστῳ τῶνδε βουλευτήριον. καὶ τὸν σὸν αὖθις προσθροῶν προσθροῶν Francken: προσμόραν M: πρόσμορον recc. ἀδελφεόν, ἐξυπτιάζων ὄμμα, ὄμμα Schütz: ὄνομα codd. Πολυνείκους βίαν, δίς τ᾽ ἐν τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος, καλεῖ. λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα: “ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές, καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις, πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα; μητρός τε πηγὴν τίς κατασβέσει δίκη; πατρὶς δὲ γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται; ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,