οὐδ᾽ εἰσαμεῖψαι τεῖχος τεῖχος Francken: θηρὸς codd. ἐχθίστου δάκους εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος: ἣ ʼξωθεν ἣ ʼξωθεν Porson: ἔξωθεν codd. εἴσω τῷ φέροντι μέμψεται, πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν. θεῶν θελόντων κἂν κἂν Hartung: δ᾽ ἂν M ἀλλ᾽ W. Headlam, qui post θελόντων, non post πτόλιν, interpungit ἀληθεύσαιμ᾽ ἐγώ. Χορος ἱκνεῖται λόγος διὰ στηθέων, τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται, μεγάλα μεγαληγόρων κλυούσᾳ κλυούσᾳ Hermann: κλύων M ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ εἴθε γὰρ recc.: εἰ θεοὶ M θεοὶ τούσδ᾽ ὀλέσειαν ἐν γᾷ. Αγγελος ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον, ἀλκήν τ᾽ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν: Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος κακοῖσι βάζει πολλὰ Τυδέως βίαν: τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα, μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον, Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,