Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας, φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα, ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη. ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην, μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν καταισχύνειν (- υνεῖν m) M πόρον, Παρθενοπαῖος Ἀρκάς: ὁ δὲ τοιόσδ᾽ ἀνὴρ μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς, πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός. Ετεοκλης εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν: ἦ τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο. ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα, ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον, Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου: ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ εἴσω εἴσω Blomfield: ἔσω codd. πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,