τύμβον κατ᾽ αὐτὸν Διογενοῦς Ἀμφίονος: ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον, ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ Διός: τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ. στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων, ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. ὁ δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον, φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προσίσταται. οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις: τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ σάκει, κυκλωτῷ σώματος προβλήματι, Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας, φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα, ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη. ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην, μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν καταισχύνειν (- υνεῖν m) M πόρον, Παρθενοπαῖος Ἀρκάς: ὁ δὲ τοιόσδ᾽ ἀνὴρ μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς, πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός. Ετεοκλης εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν: ἦ τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο. ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα, ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον, Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου: ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ εἴσω εἴσω Blomfield: ἔσω codd. πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,